Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.120 Joseph. AJ 6.124 (English) >>Joseph. AJ 6.129

6.122

Ἄγειν δʼ εὐθὺς τὴν στρατιὰν ἐπὶ τὴν παρεμβολὴν τῶν πολεμίων ἐπὶ τὴν διαρπαγὴν τῶν ἐν αὐτῇ βουλόμενος πρὶν ἡμέρας καὶ τῶν στρατιωτῶν οὐκ ὀκνούντων ἕπεσθαι, πολλὴν δʼ εἰς προστάττει προθυμίαν ἐνδεικνυμένων, καλέσας βασιλεὺς Ἀχίτωβον τὸν ἀρχιερέα κελεύει αὐτὸν γνῶναι, εἰ δίδωσιν αὐτοῖς θεὸς καὶ συγχωρεῖ βαδίσασιν ἐπὶ τὸ στρατόπεδον τῶν ἐχθρῶν διαφθεῖραι τοὺς ἐν αὐτῷ τυγχάνοντας. 6.123εἰπόντος δὲ τοῦ ἱερέως μὴ ἀποκρίνεσθαι τὸν θεόνἀλλʼ οὐ δίχα αἰτίας, εἶπεν Σαοῦλος, πυνθανομένοις ἡμῖν φωνὴν οὐ δίδωσιν θεὸς, ὃς πρότερον αὐτὸς προεμήνυσε πάντα καὶ μηδʼ ἐπερωτῶσιν ἔφθασε λέγων, ἀλλʼ ἔστι τι λανθάνον ἐξ ἡμῶν ἁμάρτημα πρὸς αὐτὸν αἴτιον τῆς σιωπῆς. 6.124καὶ ὄμνυμί γε τοῦτον αὐτὸν, μὴν κἂν παῖς ἐμὸς Ἰωνάθης τὸ ἁμάρτημα τοῦτο ἐργασάμενος ἀποκτείνειν αὐτὸν καὶ τὸν θεὸν οὕτως ἱλάσασθαι, ὡς ἂν εἰ καὶ παρʼ ἀλλοτρίου καὶ μηδὲν ἐμοὶ 6.125προσήκοντος τὴν ὑπὲρ αὐτοῦ δίκην ἀπελάμβανον.” τοῦ δὲ πλήθους τοῦτο ποιεῖν ἐπιβοήσαντος παραχρῆμα πάντας ἵστησιν εἰς ἕνα τόπον, ἵσταται δὲ καὶ αὐτὸς σὺν τῷ παιδὶ κατʼ ἄλλο μέρος καὶ κλήρῳ τὸν ἡμαρτηκότα μαθεῖν ἐπεζήτει· καὶ λαγχάνει δοκεῖν οὗτος εἶναι Ἰωνάθης. 6.126ἐπερωτώμενος δὲ ὑπὸ τοῦ πατρὸς τί πεπλημμέληκε καὶ τί παρὰ τὸν βίον οὐκ ὀρθῶς οὐδὲ ὁσίως αὑτῷ διαπραξαμένῳ συνέγνωκεπάτερ, εἶπεν, ἄλλο μὲν οὐδὲν, ὅτι δὲ χθὲς ἀγνοῶν τὴν ἀρὰν αὐτοῦ καὶ τὸν ὅρκον μεταξὺ διώκων τοὺς πολεμίους ἐγεύσατο κηρίων. Σαοῦλος δʼ ἀποκτείνειν αὐτὸν ὄμνυσι καὶ τῆς γενέσεως καὶ τῆς φύσεως τῶν φίλτρων ἐτίμησε τὸν ὅρκον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.120 Joseph. AJ 6.124 (English) >>Joseph. AJ 6.129

Powered by PhiloLogic